Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.102 Joseph. AJ 9.107 (English) >>Joseph. AJ 9.111

9.105

Ἰώραμος δὲ τῶν Ἰσραηλιτῶν βασιλεὺς μετὰ τὴν Ἄδερος τελευτὴν ἐλπίσας Ἀραμώθα πόλιν τῆς Γαλαδίτιδος ἀφαιρήσεσθαι τοὺς Σύρους στρατεύει μὲν ἐπʼ αὐτὴν μετὰ μεγάλης παρασκευῆς, ἐν δὲ τῇ πολιορκίᾳ τοξευθεὶς ὑπό τινος τῶν Σύρων οὐ καιρίως ἀνεχώρησεν εἰς Ἱεζερήλην πόλιν ἰαθησόμενος ἐν αὐτῇ τὸ τραῦμα, καταλιπὼν ἐν τῇ Ἀραμώθα τὴν στρατιὰν ἅπασαν καὶ ἡγεμόνα τὸν Ἀμασῆ παῖδα Ἰηοῦν· ἤδη γὰρ αὐτὴν ᾑρήκει κατὰ κράτος. 9.106προύκειτο δʼ αὐτῷ μετὰ τὴν θεραπείαν πολεμεῖν τοῖς Σύροις. Ἐλισσαῖος δʼ προφήτης ἕνα τῶν αὑτοῦ μαθητῶν δοὺς αὐτῷ τὸ ἅγιον ἔλαιον ἔπεμψεν εἰς Ἀραμώθα χρίσοντα τὸν Ἰηοῦν καὶ φράσοντα, ὅτι τὸ θεῖον αὐτὸν ᾕρηται βασιλέα· ἄλλα τε πρὸς τούτοις εἰπεῖν ἐπιστείλας ἐκέλευε τρόπῳ φυγῆς ποιήσασθαι τὴν πορείαν, ὅπως λάθῃ πάντας ἐκεῖθεν ἀπιών. 9.107 δὲ γενόμενος ἐν τῇ πόλει τὸν μὲν Ἰηοῦν εὑρίσκει καθεζόμενον μετὰ τῶν τῆς στρατιᾶς ἡγεμόνων μέσον αὐτῶν καθὼς Ἐλισσαῖος αὐτῷ προεῖπε, προσελθὼν δὲ ἔφη βούλεσθαι περί τινων αὐτῷ διαλεχθῆναι. 9.108τοῦ δὲ ἀναστάντος καὶ ἀκολουθήσαντος εἰς τὸ ταμιεῖον λαβὼν νεανίσκος τὸ ἔλαιον κατέχεεν αὐτοῦ τῆς κεφαλῆς καὶ τὸν θεὸν ἔφη βασιλέα χειροτονεῖν αὐτὸν ἐπʼ ὀλέθρῳ τοῦ γένους τοῦ Ἀχάβου, καὶ ὅπως ἐκδικήσῃ τὸ αἷμα τῶν προφητῶν τῶν ὑπὸ Ἰεζαβέλας παρανόμως ἀποθανόντων,



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.102 Joseph. AJ 9.107 (English) >>Joseph. AJ 9.111

Powered by PhiloLogic